|
|
|
|
|
Παραθέματα
|
|
Ο Βασίλειος Β΄ (976-1025) αντιμέτωπος με την πλεονεξία των δυνατών:
Ὅτι ἡ βασιλεία ἡμῶν οὐκ ἀσκόπως oὔδ΄ἀδοκιμάστως τὴν τεσσαρακονταετίαν ἀνατρέπει ἀλλὰ τοὺς πένητας ἐλεοῦσα καὶ τοῦ κοινοῦ καὶ τῆς συστάσεως αὐτοῦ φροντίζουσα καὶ τὸ δίκαιον ἀγαπῶσα καὶ τὴν πλεονεξίαν ἐκκόπτουσα, φανερὸν ἔσται ἐξ ὧν θέλομεν εἰπεῖν. Καὶ γὰρ πολλὰ παρηνοχλήθημεν παρὰ τῶν πτωχῶν χάριν τούτου καὶ τὰς γινομένας εἰς αὐτοὺς κάθ' ἑκάστην πλεονεξίας καὶ ἀδικίας τοῖς ἰδίοις ἡμῶν ὀφθαλμοῖς εἴδομεν διερχόμενοι τὰ θέματα τῆς βασιλείας ἡμῶν καὶ πρὸς τὰ ταξείδια ἀπερχόμενοι…
Ὅθεν καὶ ἡ βασιλεία ἡμῶν κατὰ τὸν τόπον διαβαίνουσα καὶ τὸ πρᾶγμα ἐγκλήσει τῶν πενήτων διαγνοῦσα τὰ τούτου οἰκήματα πολυτελῆ ὄντα κατέστρεψεν ἕως ἐδάφους, καὶ τοῖς πένησι τὰ ἑαυτῶν ἀποδέδωκεν, ἐκείνῳ δὲ κατέλιπεν ὅπερ ἐξ ἀρχῆς δημοσίου καὶ τῶν χωριτῶν ἕνα πᾶλιν αὐτὸν ἐποίησεν…
Svoronos, N. (ed.), Les novelles des empereurs macédoniens concernant la terre et les stratiotes (Αθήνα 1994), σελ. 201, 203.
|
|
|
|
|
|